keyboard_arrow_left keyboard_arrow_up

Псалтирь глава 9, подстрочный перевод Библии

Ψαλμοὶ 9

Подстрочный перевод Библии

1 εις το τελος υπερ των κρυφιων του υιου ψαλμος τω δαυιδ εξομολογησομαι σοι κυριε εν ολη καρδια μου διηγησομαι παντα τα θαυμασια σου 2 ευφρανθησομαι και αγαλλιασομαι εν σοι ψαλω τω ονοματι σου υψιστε 3 εν τω αποστραφηναι τον εχθρον μου εις τα οπισω ασθενησουσιν και απολουνται απο προσωπου σου 4 οτι εποιησας την κρισιν μου και την δικην μου εκαθισας επι θρονου ο κρινων δικαιοσυνην
5 επετιμησας εθνεσιν και απωλετο ο ασεβης το ονομα αυτων εξηλειψας εις τον αιωνα και εις τον αιωνα του αιωνος 6 του εχθρου εξελιπον αι ρομφαιαι εις τελος και πολεις καθειλες απωλετο το μνημοσυνον αυτων μετ ηχους 7 και ο κυριος εις τον αιωνα μενει ητοιμασεν εν κρισει τον θρονον αυτου 8 και αυτος κρινει την οικουμενην εν δικαιοσυνη κρινει λαους εν ευθυτητι 9 και εγενετο κυριος καταφυγη τω πενητι βοηθος εν ευκαιριαις εν θλιψει 10 και ελπισατωσαν επι σε οι γινωσκοντες το ονομα σου οτι ουκ εγκατελιπες τους εκζητουντας σε κυριε 11 ψαλατε τω κυριω τω κατοικουντι εν σιων αναγγειλατε εν τοις εθνεσιν τα επιτηδευματα αυτου 12 οτι εκζητων τα αιματα αυτων εμνησθη ουκ επελαθετο της κραυγης των πενητων 13 ελεησον με κυριε ιδε την ταπεινωσιν μου εκ των εχθρων μου ο υψων με εκ των πυλων του θανατου 14 οπως αν εξαγγειλω πασας τας αινεσεις σου εν ταις πυλαις της θυγατρος σιων αγαλλιασομαι επι τω σωτηριω σου
15 ενεπαγησαν εθνη εν διαφθορα η εποιησαν εν παγιδι ταυτη η εκρυψαν συνελημφθη ο πους αυτων 16 γινωσκεται κυριος κριματα ποιων εν τοις εργοις των χειρων αυτου συνελημφθη ο αμαρτωλος ωδη διαψαλματος 17 αποστραφητωσαν οι αμαρτωλοι εις τον αδην παντα τα εθνη τα επιλανθανομενα του θεου 18 οτι ουκ εις τελος επιλησθησεται ο πτωχος η υπομονη των πενητων ουκ απολειται εις τον αιωνα 19 αναστηθι κυριε μη κραταιουσθω ανθρωπος κριθητωσαν εθνη ενωπιον σου 20 καταστησον κυριε νομοθετην επ αυτους γνωτωσαν εθνη οτι ανθρωποι εισιν διαψαλμα