keyboard_arrow_left keyboard_arrow_up

Псалтирь глава 99, подстрочный перевод Библии

Ψαλμοὶ 99

Подстрочный перевод Библии

1 ψαλμος τω δαυιδ ο κυριος εβασιλευσεν οργιζεσθωσαν λαοι ο καθημενος επι των χερουβιν σαλευθητω η γη 2 κυριος εν σιων μεγας και υψηλος εστιν επι παντας τους λαους 3 εξομολογησασθωσαν τω ονοματι σου τω μεγαλω οτι φοβερον και αγιον εστιν 4 και τιμη βασιλεως κρισιν αγαπα συ ητοιμασας ευθυτητας κρισιν και δικαιοσυνην εν ιακωβ συ εποιησας
5 υψουτε κυριον τον θεον ημων και προσκυνειτε τω υποποδιω των ποδων αυτου οτι αγιος εστιν 6 μωυσης και ααρων εν τοις ιερευσιν αυτου και σαμουηλ εν τοις επικαλουμενοις το ονομα αυτου επεκαλουντο τον κυριον και αυτος επηκουσεν αυτων 7 εν στυλω νεφελης ελαλει προς αυτους εφυλασσον τα μαρτυρια αυτου και τα προσταγματα α εδωκεν αυτοις 8 κυριε ο θεος ημων συ επηκουες αυτων ο θεος συ ευιλατος εγινου αυτοις και εκδικων επι παντα τα επιτηδευματα αυτων 9 υψουτε κυριον τον θεον ημων και προσκυνειτε εις ορος αγιον αυτου οτι αγιος κυριος ο θεος ημων